Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.250 Joseph. AJ 5.254 (English) >>Joseph. AJ 5.259

5.252καὶ αὐτὸν πλησίον ὁρμῶντα τῶν πυλῶν γυνὴ θραύσματι μύλης βαλοῦσα κατὰ τῆς κεφαλῆς τυγχάνει, πεσὼν δὲ Ἀβιμέλεχος τὸν ὑπασπιστὴν παρεκάλει κτείνειν αὐτόν, μὴ τῆς γυναικὸς θάνατος αὐτοῦ δόξειεν ἔργον. καὶ μὲν τὸ προσταχθὲν ἐποίει. 5.253 δὲ τοιαύτην ὑπὲρ τῆς εἰς τοὺς ἀδελφοὺς παρανομίας ποινὴν ἐξέτισε καὶ τῶν εἰς Σικιμίους αὐτῷ τετολμημένων· τούτοις δὲ κατὰ τὴν Ἰωθάμου μαντείαν συμφορὰ συνέπεσε. τὸ μέντοι σὺν Ἀβιμελέχῳ στράτευμα πεσόντος αὐτοῦ σκεδασθὲν ἀνεχώρησεν ἐπὶ τὰ οἰκεῖα. 5.254

Τῶν δὲ Ἰσραηλιτῶν τὴν ἡγεμονίαν Ἰάρης Γαλαδηνὸς ἐκ τῆς Μανασσίτιδος φυλῆς παραλαμβάνει ἀνὴρ τά τε ἄλλα εὐδαίμων καὶ παῖδας ἀγαθοὺς πεποιημένος τριάκοντα μὲν τὸν ἀριθμὸν ἱππεύειν δὲ ἀρίστους καὶ τῶν κατὰ τὴν Γαλαδηνὴν πόλεων ἀρχὰς ἐγκεχειρισμένους. οὗτος δύο καὶ εἴκοσι ἔτη τὴν ἀρχὴν κατασχὼν τελευτᾷ γηραιὸς καὶ ταφῆς ἐν Καμμὼν πόλει τῆς Γαλαδηνῆς ἀξιοῦται. 5.255

Πάντα δὲ τὰ τῶν Ἑβραίων εἰς ἀκοσμίαν καὶ ὕβριν τοῦ θεοῦ καὶ τῶν νόμων ὑπεφέρετο, καὶ καταφρονήσαντες αὐτῶν Ἀμμανῖται καὶ Παλαιστῖνοι στρατῷ μεγάλῳ διήρπαζον τὴν χώραν καὶ τὴν Περαίαν ἅπασαν κατασχόντες καὶ ἐπὶ τὴν τῶν λοιπῶν ἤδη κτῆσιν διαβαίνειν ἐτόλμων. 5.256Ἑβραῖοι δὲ σωφρονισθέντες ὑπὸ τῶν κακῶν εἰς ἱκετείαν ἐτράποντο τοῦ θεοῦ καὶ θυσίας ἐπέφερον παρακαλοῦντες αὐτὸν μετριάσαντα καὶ πρὸς τὴν δέησιν αὐτῶν ὑπαχθέντα παύσασθαι τῆς ὀργῆς· δὲ θεὸς μεταβαλόμενος εἰς τὸ ἡμερώτερον ἔμελλεν αὐτοῖς βοηθεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.250 Joseph. AJ 5.254 (English) >>Joseph. AJ 5.259

Powered by PhiloLogic